Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.119.3 | Hdt. 4.120.4 (English) | >>Hdt. 4.122.2 |
4.120.2 καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων , τῆς ἐβασίλευε Σκώπασις , προσχωρέειν Σαυρομάτας · τούτους μὲν δὴ ὑπάγειν , ἢν ἐπὶ τοῦτο τράπηται ὁ Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας , ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν . αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης , τεταγμένη ταύτην τὴν ὁδὸν ἥ περ εἴρηται ·
4.120.3 τὰς δὲ δύο τῶν βασιληίων , τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις , συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων , ἡμέρης καὶ τούτους ὁδῷ προέχοντας τῶν Περσέων ὑπεξάγειν , ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα ·
4.120.4 πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην , ἵνα καὶ τούτους ἐκπολεμώσωσι · εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας , ἀλλʼ ἀέκοντας ἐκπολεμώσειν · μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν , ἢν δὴ βουλευομένοισι δοκέῃ .
ch. 121
4.121.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.119.3 | Hdt. 4.120.4 (English) | >>Hdt. 4.122.2 |